TLG 1231 001 :: 〈BRYSON〉 :: Fragmentum Fragmentum Citation: Page — (line) | ||
56(14t) | Οἰκονομικός | |
15 | Stob. 4.28.15 p. 680 He. (Mullach 2 p. 28) Ἐκ τοῦ Βρύσωνος Οἰκο‐ νομικοῦ. Οὕτως ἔχει ποτ’ ἄλλαλα τἀνθρώπινα πράγματα καθάπερ καὶ τᾶς ἁλύσιος τοὶ κρίκοι. τῆνοί τε γὰρ ἐξ ἀλλάλων ἄρτηνται ἀλλάλους τ’ ἀκολουθίοντι, καὶ ἑνὸς ἐξ αὐτῶν ἑλκυσθέντος ὁποίου δή ποκα τό τε ὅλον καὶ τὰ ἐξ ἀρχᾶς ἀκολουθεῖ· καὶ τῶν τοῦ βίου δὲ πραγμάτων ὁποῖα | |
---|---|---|
20 | ἂν βούλῃ ἑλέσθαι εὑρήσεις καὶ τὰ λοιπὰ ἐξ ἀνάγκας κατὰ τὸ ἑξῆς ἀλλάλοις ἑπόμενα. αὐτίκα γὰρ εἰ 〈τὰ〉 κατὰ γεωργίαν τις ἐπιτηδεύοι, ἆρ’ οὐ πρᾶτον εἶμεν δεῖ τεκτονικάν; εἰ τεκτονικάν, δεῖ δὴ χαλκευτικάν· 〈εἰ〉 χαλκευτικάν, δεῖ δὴ μεταλλευτικάν. ἀλλ’ ἵνα ἀγραυλεῖν δυνατοὶ ὦντι, δεῖ σκέπαν ἦμεν τὰν περὶ τὸ σῶμα· τοιγαρῶν ὑφαντικᾶς καὶ | |
25 | οἰκοδομικᾶς ἐστι χρεία. καὶ τἄλλα δὲ πάντα μαστευόμενος καὶ ἀνερευνῶν | |
οὕτως εὑρήσεις ἔχοντα ποτ’ ἄλλαλα. | 56 | |
57 | Stob. 4.28.15 p. 681 He., without special lemma: Δοῦλος δὴ πᾶς ὀνυμαίνεται τριχῶς. ὁ μὲν γάρ τις δοῦλος κατὰ νόμον γίγνεται· ὁ δὲ καττὸν τρόπον τᾶς ψυχᾶς ὁ κρατούμενος ὑπὸ τῶν ἰδίων παθημάτων τᾶς ψυχᾶς· ὁ δὲ τοιοῦτος οὐχ ἁπλῶς δοῦλος οὐδὲ τᾷ φύσει δοῦλος, ἀλλὰ | |
5 | τῶν παθῶν δοῦλος καὶ ἐν καταχράσει δοῦλος, καὶ μᾶλλον μοχθηρὸς ἄνθρωπος ἢ δοῦλος κατὰ φύσιν. κατὰ φύσιν δὲ δοῦλος ὁ δυνάμενος αὐτάρκως τὰς διὰ τῶ σώματος ὑπηρεσίας παρέχεσθαι τοῖς δεσπόταις καὶ ἐν τῷ ὁδοὺς πορευθῆναι καὶ φορτία βαστάξαι καὶ κακοπαθείας καὶ διακονίας ὑπομένεν, μήτε δὲ ἀρετὰν μήτε κακίαν ἐπιδεχόμενος | |
10 | ψυχικάν. | 57 |